TLG 0360 002 :: ARMENIDAS :: Fragmenta

ARMENIDAS Hist.
(5 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 339.

  • Frr. 1–7
  • dup. 0360 001.

Citation: Fragment — (line)

t

ΘΗΒΑΙΚΑ.

1

Schol. Apoll. Rh. I, 551: Ἀρμενίδας ἐν τοῖς Θη‐ βαϊκοῖς Ἀμφικτύονος υἱὸν Ἰτωνὸν ἐν Θεσσαλίᾳ γεννηθῆναι (γενέσθαι cod. Par. sc. φησὶ), ἀφ’ οὗ Ἴτων πόλις καὶ Ἰτωνὶς Ἀθηνᾶ.

2

Idem I, 741: Ὅτι δὲ ἠκολούθησαν τῇ Ἀμφίονος λύρᾳ οἱ λίθοι αὐτόματοι, ἱστορεῖ καὶ Ἀντιμενίδας (scr. Ἀρμενίδας) ἐν πρώτῳ, τὴν δὲ λύραν δοθῆναι Ἀμφίονι ὑπὸ Μουσῶν φησι.

3

Photius Lex.: Μακάρων νῆσοι· ἡ ἀκρόπολις τῶν ἐν Βοιωτίᾳ Θηβῶν τὸ παλαιὸν, ὡς Ἁρμένδας.

4

Schol. Pind. Ol. VI, 23: [Ἑπτὰ ἔπειτα πυρᾶν] Ἀριστόδημος φησὶ τὰς ἑπτὰ πυρὰς εἶναι τῶν στρατιω‐ τῶν τῶν ἀπολομένων ... Ἀρμενιδ’ (scr. Ἀρμενίδας) γράφει· «Καὶ πυρὰς ποιοῦντες ἑπτὰ ἐπὶ τοῖς ἕρμασιν,
5ἐνταῦθα ὅπου καλοῦνται Ἑπτὰ πυραὶ, ἢ ἀπὸ τῶν ἑπτὰ ἐπὶ Θήβαις ἢ ἀπὸ τῶν ἑπτὰ παίδων Νιόβης ἐκεῖ καυ‐ θέντων, ἀπὸ τῶν ιδʹ, χωρισθεισῶν τῶν συ‐ ζυγιῶν.»

5

Steph. Byz.: Ἁλίαρτος, πόλις Βοιωτίας ... Ἀρμε‐ νίδας δὲ τῷ ρ Ἀρίαρτόν φησιν.

6

Athenaeus I: Ἐπίχαρμος δὲ ἀπό τινων Βιβλίνων φησὶν αὐτὸν (τὸν οἶνον Βίβλινον) ὠνομάσθαι. Ἀρμενίδας δὲ τῆς Θρᾴκης φησὶν εἶναι χώραν τὴν Βι‐ βλίαν, ἣν αὖθις Τισάρην καὶ Οἰσύμην προσαγορευθῆ‐
5ναι.

7

Hesychius: Ἐνοδία, Ἄρτεμις, ἐπεὶ κυνηγητικὴ,
ὡς Ἀνδρομενίδης.339